Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.98 Joseph. AJ 8.102 (English) >>Joseph. AJ 8.106

8.100καὶ περιαγγελθείσης τῆς εἰς τὰ Ἱεροσόλυμα πᾶσιν ἀφίξεως ἑβδόμῳ μηνὶ μόλις συνίασιν, ὑπὸ μὲν τῶν ἐπιχωρίων Ἀθύρει, ὑπὸ δὲ τῶν Μακεδόνων Ὑπερβερεταίῳ λεγομένῳ. συνέδραμε δʼ εἰς τὸν αὐτὸν χρόνον καὶ τῆς σκηνοπηγίας καιρὸς ἑορτῆς σφόδρα παρὰ τοῖς Ἑβραίοις ἁγιωτάτης καὶ μεγίστης. 8.101βαστάσαντες οὖν τὴν κιβωτὸν καὶ τὴν σκηνήν, ἣν Μωυσῆς ἐπήξατο, καὶ πάντα τὰ πρὸς τὴν διακονίαν τῶν θυσιῶν τοῦ θεοῦ σκεύη μετεκόμιζον εἰς τὸν ναόν. προῆγον δὲ μετὰ θυσιῶν αὐτός τε βασιλεὺς καὶ λαὸς ἅπας καὶ οἱ Λευῖται σπονδαῖς τε καὶ πολλῶν ἱερείων αἵματι τὴν ὁδὸν καταντλοῦντες καὶ θυμιῶντες ἄπειρόν τι θυμιαμάτων πλῆθος, 8.102ὡς ἅπαντα τὸν πέριξ ἀέρα πεπληρωμένον καὶ τοῖς πορρωτάτω τυγχάνουσιν ἡδὺν ἀπαντᾶν καὶ γνωρίζειν ἐπιδημίαν θεοῦ καὶ κατοικισμὸν κατʼ ἀνθρωπίνην δόξαν εἰς νεοδόμητον αὐτῷ καὶ καθιερωμένον χωρίον· καὶ γὰρ οὐδʼ ὑμνοῦντες οὐδὲ χορεύοντες ἕως οὗ πρὸς τὸν ναὸν ἦλθον ἔκαμον. 8.103τούτῳ μὲν οὖν τῷ τρόπῳ τὴν κιβωτὸν μετήνεγκαν. ὡς δʼ εἰς τὸ ἄδυτον αὐτὴν εἰσενεγκεῖν ἔδει, τὸ μὲν ἄλλο πλῆθος μετέστη, μόνοι δὲ κομίσαντες οἱ ἱερεῖς μεταξὺ τῶν δύο Χερουβὶμ κατέθεσαν· αἱ δὲ τοὺς ταρσοὺς συμπλέξασαι, καὶ γὰρ οὕτως ἦσαν ὑπὸ τοῦ τεχνίτου κατεσκευασμέναι, τὴν κιβωτὸν ὡς ὑπὸ σκηνῇ τινι καὶ θόλῳ κατεσκέπασαν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.98 Joseph. AJ 8.102 (English) >>Joseph. AJ 8.106

Powered by PhiloLogic